Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.259 Joseph. AJ 18.263 (English) >>Joseph. AJ 18.268

18.261

Γάιος δὲ ἐν δεινῷ φέρων εἰς τοσόνδε ὑπὸ Ἰουδαίων περιῶφθαι μόνων πρεσβευτὴν ἐπὶ Συρίας ἐκπέμπει Πετρώνιον διάδοχον Οὐιτελλίῳ τῆς ἀρχῆς, κελεύων χειρὶ πολλῇ εἰσβαλόντι εἰς τὴν Ἰουδαίαν, εἰ μὲν ἑκόντες δέχοιντο, ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ, εἰ δʼ ἀγνωμοσύνῃ χρῷντο, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. 18.262καὶ Πετρώνιος Συρίαν παραλαβὼν ἠπείγετο διακονεῖσθαι ταῖς ἐπιστολαῖς τοῦ Καίσαρος, συμμαχίαν τε πλείστην ὅσην ἠδύνατο ἀθροίσας καὶ τάγματα δύο τῆς Ῥωμαίων δυνάμεως ἄγων ἐπὶ Πτολεμαΐδος παρῆν αὐτόθι χειμάσων ὡς πρὸς ἔαρ τοῦ πολεμεῖν οὐκ ἀφεξόμενος, καὶ πρὸς τὸν Γάιον ἔγραφεν περὶ τῶν ἐπεγνωσμένων. δὲ ἐπῄνει τῆς προθυμίας αὐτὸν καὶ ἐκέλευεν μὴ ἀνιέναι πολεμεῖν δὲ μὴ πειθομένοις ἐντεταμένως. 18.263Ἰουδαίων δὲ πολλαὶ μυριάδες παρῆσαν ὡς τὸν Πετρώνιον εἰς Πτολεμαΐδα κατὰ δεήσεις μηδὲν ἐπὶ παρανομίᾳ σφᾶς ἐπαναγκάζειν καὶ παραβάσει τοῦ πατρίου νόμου. 18.264εἰ δέ σοι πάντως πρόκειται τὸν ἀνδριάντα φέρειν καὶ ἱστᾶν, ἡμᾶς αὐτοὺς πρότερον μεταχειρισάμενος πρᾶσσε τὰ δεδογμένα· οὐδὲ γὰρ δυνάμεθα περιόντες θεωρεῖν πράγματα ἡμῖν ἀπηγορευμένα ἀξιώματί τε τοῦ νομοθέτου καὶ προπατόρων τῶν ἡμετέρων τῶν εἰς ἀρετὴν ἀνήκειν αὐτὰ κεχειροτονηκότων.” Πετρώνιος δὲ ὀργὴν λαβὼν εἶπεν· 18.265ἀλλʼ εἰ μὲν αὐτοκράτωρ ὢν βουλεύμασι χρῆσθαι τοῖς ἐμαυτοῦ τάδε πράσσειν ἐπενόουν, κἂν δίκαιος ἦν ὑμῖν πρός με οὗτος λόγος. νυνὶ δέ μοι Καίσαρος ἐπεσταλκότος πᾶσα ἀνάγκη διακονεῖσθαι τοῖς ἐκείνῳ προανεψηφισμένοις διὰ τὸ εἰς ἀνηκεστοτέραν φέρειν ζημίαν τὴν παρακρόασιν αὐτῶν.” “ἐπεὶ τοίνυν οὕτως φρονεῖς,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.259 Joseph. AJ 18.263 (English) >>Joseph. AJ 18.268

Powered by PhiloLogic